Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.8 Dem. 39.12 (English) >>Dem. 39.15

39.11λοιπὸν εἰς τὸ δικαστήριον ἡμᾶς εἰσιέναι. οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ τῷ λόγῳ κρατήσας ἄρξει. καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι; ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν. 39.12τί δʼ, ἂν ἄρα (δεῖ γὰρ ἅπαντα ἡμᾶς ἐξετάσαι) ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι τί ἄλλʼ ἐστίν; εἶτʼ ἐφʼ θάνατον ζημίαν νόμος λέγει, τοῦθʼ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν; “πάνυ γε· οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν.” οἶδα κἀγώ, τὸ γοῦν κατʼ ἐμέ· ἀλλʼ οὐδʼ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή.

39.13εἶεν. ἀλλὰ ταῦτα μὲν πόλις βλάπτεται· ἐγὼ δʼ ἰδίᾳ τί; θεάσασθʼ ἡλίκα, καὶ σκοπεῖτʼ ἄν τι δοκῶ λέγειν· πολὺ γὰρ χαλεπώτερα ταῦθʼ ὧν ἀκηκόατʼ ἐστίν. ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δʼ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτʼ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον· καὶ νὴ Δίʼ ἴσως ἔστιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.8 Dem. 39.12 (English) >>Dem. 39.15

Powered by PhiloLogic